Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.321 Joseph. AJ 5.327 (English) >>Joseph. AJ 5.332

5.325 δὲ τῆς περὶ τὴν πενθερὰν εὐνοίας ἅμα καὶ μνήμης τοῦ παιδὸς αὐτῆς συνῴκησεν ἀσπασάμενος καὶ εὐξάμενος αὐτῇ πεῖραν ἀγαθῶν καλαμᾶσθαι μὲν αὐτὴν οὐκ ἠξίωσεν, θερίζειν δὲ πᾶν τι καὶ δύναιτο καὶ λαμβάνειν ἐπιτρέπει προστάξας τῷ ἀγροκόμῳ μηδὲν αὐτὴν διακωλύειν λαμβάνειν, ἄριστόν τε παρέχειν αὐτῇ καὶ ποτόν, ὁπότε σιτίζοι τοὺς θερίζοντας. 5.326Ῥούθη δὲ ἄλφιτα λαβοῦσα παρʼ αὐτοῦ ἐφύλαξε τῇ ἑκυρᾷ καὶ παρῆν ὀψὲ κομίζουσα μετὰ τῶν σταχύων· ἐτετηρήκει δʼ αὐτῇ καὶ Ναάμις ἀπομοίρας βρωμάτων τινῶν, οἷς αὐτὴν ἐπολυώρουν οἱ γειτονεύοντες· διηγεῖται δὲ αὐτῇ καὶ τὰ παρὰ τοῦ Βοάζου πρὸς αὐτὴν εἰρημένα. 5.327δηλωσάσης δʼ ἐκείνης ὡς συγγενής ἐστι καὶ τάχα ἂν διʼ εὐσέβειαν προνοήσειεν αὐτῶν, ἐξῄει πάλιν ταῖς ἐχομέναις ἡμέραις ἐπὶ καλάμης συλλογὴν σὺν ταῖς Βοάζου θεραπαινίσιν. 5.328

Ἐλθών τε μετʼ οὐ πολλὰς ἡμέρας καὶ Βόαζος ἤδη τῆς κριθῆς λελικμημένης ἐπὶ τῆς ἅλωος ἐκάθευδε. τοῦτο πυθομένη Ναάμις τεχνᾶται παρακατακλῖναι τὴν Ῥούθην αὐτῷ· καὶ γὰρ ἔσεσθαι χρηστὸν αὐταῖς ὁμιλήσαντα τῇ παιδί· καὶ πέμπει τὴν κόρην ὑπνωσομένην αὐτοῦ παρὰ τοῖς ποσίν. 5.329 δέ, πρὸς οὐδὲν γὰρ ἀντιλέγειν τῶν ὑπὸ τῆς ἑκυρᾶς κελευομένων ὅσιον ἡγεῖτο, παραγίνεται καὶ παραυτίκα μὲν λανθάνει τὸν Βόαζον βαθέως καθυπνωκότα, περιεγερθεὶς δὲ περὶ μέσην νύκτα καὶ αἰσθόμενος τῆς ἀνθρώπου παρακατακειμένης ἀνέκρινε τίς εἴη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.321 Joseph. AJ 5.327 (English) >>Joseph. AJ 5.332

Powered by PhiloLogic